Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.208 Joseph. AJ 9.212 (English) >>Joseph. AJ 9.217

9.210αὔξοντος δʼ ἔτι μᾶλλον τοῦ κλύδωνος καὶ βιαιοτέρας γενομένης ὑπὸ τῶν πνευμάτων τῆς θαλάσσης ὑπονοήσαντες, ὡς ἐνδέχεταί τινα τῶν ἐμπλεόντων αἴτιον αὐτοῖς εἶναι τοῦ χειμῶνος, συνέθεντο κλήρῳ τοῦτον ὅστις ποτὲ ἦν μαθεῖν. 9.211κληρωσαμένων οὖν προφήτης λαγχάνει πυνθανομένων τε πόθεν τε εἴη καὶ τί μετέρχεται τὸ μὲν γένος ἔλεγεν Ἑβραῖος εἶναι προφήτης τοῦ μεγίστου θεοῦ· συνεβούλευσεν οὖν αὐτοῖς, εἰ θέλουσιν ἀποδρᾶναι τὸν παρόντα κίνδυνον, ἐκβαλεῖν αὐτὸν εἰς τὸ πέλαγος· αἴτιον γὰρ αὐτοῖς εἶναι τοῦ χειμῶνος. 9.212οἱ δὲ τὸ μὲν πρῶτον οὐκ ἐτόλμων κρίναντες ἀσέβημα ξένον ἄνθρωπον καὶ πεπιστευκότα αὐτοῖς τὸ ζῆν εἰς φανερὰν αὐτοὺς ἀπώλειαν ἐκρῖψαι, τελευταῖον δʼ ὑπερβιαζομένου τοῦ κακοῦ καὶ ὅσον οὔπω μέλλοντος βαπτίζεσθαι τοῦ σκάφους, ὑπό τε τοῦ προφήτου παρορμηθέντες αὐτοῦ καὶ ὑπὸ τοῦ δέους τοῦ περὶ τῆς αὑτῶν σωτηρίας ῥίπτουσιν αὐτὸν εἰς τὴν θάλασσαν. 9.213καὶ μὲν χειμὼν ἐστάλη, τὸν δὲ λόγος ὑπὸ τοῦ κήτους καταποθέντα τρεῖς ἡμέρας καὶ τοσαύτας νύκτας εἰς τὸν Εὔξεινον ἐκβρασθῆναι πόντον ζῶντα καὶ μηδὲν τοῦ σώματος λελωβημένον. 9.214ἔνθα τοῦ θεοῦ δεηθεὶς συγγνώμην αὐτῷ παρασχεῖν τῶν ἡμαρτημένων ἀπῆλθεν εἰς τὴν Νίνου πόλιν καὶ σταθεὶς εἰς ἐπήκοον ἐκήρυσσεν, ὡς μετʼ ὀλίγον πάλιν ἀποβαλοῦσι τὴν ἀρχὴν τῆς Ἀσίας, καὶ ταῦτα δηλώσας ὑπέστρεψε. διεξῆλθον δὲ τὴν περὶ αὐτοῦ διήγησιν, ὡς εὗρον ἀναγεγραμμένην.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.208 Joseph. AJ 9.212 (English) >>Joseph. AJ 9.217

Powered by PhiloLogic